Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.134 Joseph. AJ 4.138 (English) >>Joseph. AJ 4.142

4.136δέος γάρ, μὴ καὶ κόρον τῆς ἡμετέρας ὁμιλίας λαβόντες ἔπειθʼ ὑβρίσητε καὶ ἀτίμους ἀποπέμψητε πρὸς τοὺς γονεῖς. συγγινώσκειν τε ταῦτα φυλαττομέναις ἠξίουν. τῶν δὲ ἣν βούλονται πίστιν δώσειν ὁμολογούντων καὶ πρὸς τὸ μηδὲν ἀντιλεγόντων ὑπὸ τοῦ πρὸς αὐτὰς πάθουςἐπεὶ ταῦτα ὑμῖν, 4.137ἔφασαν, δέδοκται, τοῖς δʼ ἔθεσι καὶ τῷ βίῳ πρὸς ἅπαντας ἀλλοτριώτατα χρῆσθε, ὡς καὶ τὰς τροφὰς ὑμῖν ἰδιοτρόπους εἶναι καὶ τὰ ποτὰ μὴ κοινὰ τοῖς ἄλλοις, ἀνάγκη βουλομένους ἡμῖν συνοικεῖν καὶ θεοὺς τοὺς ἡμετέρους σέβειν, καὶ οὐκ ἂν ἄλλο γένοιτο τεκμήριον ἧς ἔχειν τε νῦν φατε πρὸς ἡμᾶς εὐνοίας καὶ τῆς ἐσομένης τὸ τοὺς αὐτοὺς ἡμῖν θεοὺς προσκυνεῖν. 4.138μέμψαιτο δʼ ἂν οὐδείς, εἰ γῆς εἰς ἣν ἀφῖχθε τοὺς ἰδίους αὐτῆς θεοὺς προστρέποισθε καὶ ταῦτα τῶν μὲν ἡμετέρων κοινῶν ὄντων πρὸς ἅπαντας, τοῦ δʼ ὑμετέρου πρὸς μηδένα τοιούτου τυγχάνοντος. δεῖν οὖν αὐτοῖς ἔλεγον ταὐτὰ πᾶσιν ἡγητέον ζητεῖν ἄλλην οἰκουμένην, ἐν βιώσονται μόνοι κατὰ τοὺς ἰδίους νόμους.” 4.139

Οἱ δʼ ὑπὸ τοῦ πρὸς αὐτὰς ἔρωτος κάλλιστα λέγεσθαι ταῦτα ὑπολαβόντες καὶ παραδόντες αὑτοὺς εἰς προεκαλοῦντο παρέβησαν τὰ πάτρια, θεούς τε πλείονας εἶναι νομίσαντες καὶ θύειν αὐτοῖς κατὰ νόμον τὸν ἐπιχώριον τοῖς καθιδρυσαμένοις προθέμενοι ξενικοῖς τε βρώμασιν ἔχαιρον καὶ πάντʼ εἰς ἡδονὴν τῶν γυναικῶν ἐπὶ τοὐναντίον οἷς νόμος αὐτῶν ἐκέλευε ποιοῦντες διετέλουν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.134 Joseph. AJ 4.138 (English) >>Joseph. AJ 4.142

Powered by PhiloLogic